ἐπιστρέψας· χαῖρε, πολυθέου σκηνῆς ὀλετήριον· χαῖρε, θεογνώστου βουλῆς σκοπευτήριον· χαῖρε, βίβλος θεοχάρακτος, μυστηρίων θησαυρέ· χαῖρε, πίναξ θεομόρφωτε καὶ διόπτρα οὐρανοῦ· χαῖρε, ὅτι τὸ πάθος τοῦ Κυρίου κατεῖδες· χαῖρε, ῥανὶς κοιλαίνουσα ἄνοιαν· χαῖρε, φραγμὸς ἀσεβῶν παροδείας· χαῖρε, φωστὴρ τοὺς πιστοὺς καταυγάζων· χαῖρε, πάτερ παγκόσμιε.
... converted; hail, destroyer of the polytheistic tabernacle; hail, watchtower of God-knowing counsel; hail, God-inscribed book, treasury of mysteries; hail, God-fashioned tablet and perspective-glass of heaven; hail, because you beheld the passion of the Lord; hail, drop hollowing out folly; hail, hedge against the wayfaring of the ungodly; hail, luminary illumining the faithful; hail, world-wide father.
Οὗτος πλούτῳ, καὶ δόξῃ, καὶ συνέσει, καὶ σοφίᾳ τῶν ἁπάντων ὑπερέχων, τῶν ἐν τῷ Ἀρείῳ πάγῳ βουλευτῶν εἷς ἦν· καὶ ἀγρευθεὶς ὑπὸ τοῦ μεγάλου Παύλου, καὶ βαπτισθεὶς, χειροτονεῖται ἐπίσκοπος, τὰ ἀπόῤῥητα μυηθεὶς ὑπὸ τοῦ σοφοῦ Ἱεροθέου, καὶ συγγράμματα καταλελοιπὼς παράδοξα, καὶ θαυμαστά τε καὶ ὑψηλότατα, ὧν ἑνὸς τέως μνημονεῦσαι ἐπικαιρότατον. Γενόμενόν με, φησὶ, ποτὲ κατὰ τὴν Κρήτην, ὁ ἱερὸς ἐξεναγώγησε Κάρπος, ἀνὴρ, εἴ καί τις ἄλλος, διὰ πολλὴν καθαρότητα νοῦ πρὸς θεοπτίαν ἐπιτηδειότατος. Καὶ γοῦν οὐδὲ ταῖς τῶν ἁγίων μυστηρίων τελεταῖς ἐπεχείρει, μὴ πρότερον αὐτῷ κατὰ τὰς προτελείους εὐχὰς ἱερᾶς καὶ εὐμενοῦς ὁράσεως ἐκφαινομένης. Ἔλεγεν οὖν, ὅτι, λελυπηκότος αὐτὸν τῶν ἀπίστων τινός· (ἡ λύπη δὲ ἦν, ὅτι τῆς Ἐκκλησίας ἐκεῖνος τινὰ πρὸς τὸ ἄθεον ἀπεπλάνησεν·) ἔτι τῶν Ἱλαρίων αὐτῷ ἡμερῶν τελουμένων, δέον ἀμφοτέρων ἀγαθοπρεπῶς ὑπερεύξασθαι, καὶ Θεὸν συλλήπτορα λαβόντα, τὸν μὲν ἔπιτρέψαι, τὸν δὲ ἀγαθότητι νικῆσαι· καὶ μὴ διαλιπεῖν νουθετοῦντα διὰ βίου παντὸς ἄχρις οὗ τὸ σήμερον, καὶ οὕτως ἐπὶ τὴν θείαν ταύτην ἀγαγεῖν γνῶσιν, ὡς ἂν ἤδη καὶ τῶν ἀμφισβητησίμων αὐτοῖς κρινομένων, καὶ τῶν ἀλόγως θρασυνομένων ἐννόμῳ δίκῃ σωφρονεῖν ἀναγκαζομένων· ἀλλ' ὅγε μὴ πρότερον τοῦτο παθὼν, οὐκ οἶδ' ὅπως τότε πολλὴν δυσμένειαν καὶ πικρίαν ἐντήξας τῇ ψυχῇ κατέδραμε μὲν οὕτω κακῶς ἔχων· ἑσπέρα γὰρ ἦν· περὶ δὲ μέσας νύκτας (εἰώθει γὰρ εἰς τόνδε τὸν καιρὸν αὐτὸς ἐφ' ἑαυτοῦ πρὸς τοὺς θείους ὕμνους ἐγρηγορέναι·) διανίσταται μὲν, οὐδὲ τῶν ὕπνων αὐτῶν, πολλῶν γε ὄντων καὶ ἀεὶ ἐγκοπτομένων, ἔξω ταραχῆς παραπολαύσας· ἑστὼς δὲ ὅμως εἰς τὴν θείαν ὁμιλίαν, οὐκ εὐαγῶς ἠνιᾶτο καὶ ἐδυσχέραινεν, οὐκ εἶναι δίκαιον λέγων, εἰ ζῶσιν ἄνδρες ἄθεοι καὶ διαστρέφουσι τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας. Καὶ ταῦτα λέγων ἐδεῖτο τοῦ Θεοῦ, πρηστῆρί τινι τὰς ἀμφοτέρων εἰς ἅπαξ ἀνηλεῶς ἀποσπάσαι ζωάς. Καὶ ταῦτα εἰπὼν ἔλεγε δόξαι ἰδεῖν ἄφνω τὸν οἶκον, ἐν ᾧπερ εἱστήκει, διαδονηθέντα πρότερον, καὶ ἐκ τῆς ὀροφῆς εἰς δύο μέσον διαιρεθέντα, καί τινα πυρὸς φλόγα πολύφωτον ἔμπροσθεν αὐτοῦ, καὶ ταύτην, (ἐδόκει γὰρ λοιπὸν ὕπαιθρος ὁ τόπος·) λοιπὸν ἐκ τοῦ οὐρανίου χώρου μέχρις αὐτοῦ καταφερομένην· τὸν δὲ οὐρανὸν αὐτὸν ἀναπεπταμένον, καὶ ἐπὶ τῷ νώτῳ τοῦ οὐρανοῦ τὸν Ἰησοῦν, ἀπείρων αὐτῷ ἀνθρωποειδῶς παρισταμένων ἀγγέλων. Καὶ ταῦτα μὲν ἄνωθεν ὁρᾶσθαι, καὶ αὐτὸν θαυμάζειν· κάτω δὲ κύψας ὁ Κάρπος, ἰδεῖν ἔφη καὶ τὸ ἔδαφος πρὸς ἀχανές τι χάσμα καὶ σκοτεινὸν διεῤῥηγμένον, καὶ τοὺς μὲν ἄνδρας ἐκείνους οἷς ἐπηρᾶτο, πρὸ αὐτοῦ κατὰ τὸ στόμιον ἑστηκέναι τοῦ χάσματος ὑποτρόμους, ἐλεεινοὺς, ὅσον οὔπω καταφερομένους
This man, surpassing all in wealth, and glory, and understanding, and wisdom, was one of the councillors in the Areopagus; and having been caught by the great Paul, and baptized, he is ordained bishop, having been initiated into the ineffable things by the wise Hierotheus, and having left behind paradoxical writings, both wonderful and most lofty, one of which it is most seasonable to mention for the present. When I was once come to Crete, he says, the holy Carpus entertained me as a guest, a man, if ever there was one, most fit for the vision of God on account of great purity of mind. And indeed he did not even undertake the rites of the holy mysteries unless a sacred and propitious vision first appeared to him during the pre-initiatory prayers. He said, then, that when one of the unbelievers had grieved him (and his grief was that that man had led astray a certain one of the Church to godlessness while the days of rejoicing over him were still being celebrated), whereas he ought to have prayed over both in a manner befitting goodness, and taking God as helper, to have converted the one, and overcome the other by goodness, and not to have ceased admonishing them throughout all life until this day, and thus to have led them to this divine knowledge, so that the matters in dispute would already be judged for them, and those irrationally emboldened would be compelled by lawful justice to be sober-minded; yet having never before suffered this, I know not how at that time having melted great ill-will and bitterness into his soul, he fell asleep in this bad state, for it was evening; and around midnight (for he was accustomed at that hour to wake of himself for the divine hymns) he rises up, having enjoyed not even his sleep itself, which was many times broken and ever interrupted, outside perturbation; and standing nevertheless for the divine converse, he was unholily distressed and indignant, saying that it was not just that godless men should live who pervert the straight ways of the Lord. And saying these things, he besought God by some fiery whirlwind ruthlessly to snatch away at once the lives of both. And having said these things, he said that he seemed suddenly to see the house in which he stood first shaken, and from the roof divided into two in the midst, and a certain gleaming flame of fire before him (for the place now seemed open to the sky) coming down from the heavenly region unto him; and the heaven itself laid open, and upon the back of the heaven Jesus, with countless angels standing beside Him in human form. And these things were seen above, and he marvelled; and bending down below, Carpus said he saw the floor rent asunder into a certain yawning and dark chasm, and those men whom he had cursed standing before him at the mouth of the chasm, trembling, pitiable, all but carried down