πνευματικὸς ὄλβος, τρυφὴν πορίζων, οὐ τὴν τὸν σωματικὸν ὄγκον αὐξάνουσαν, καὶ πρὸς βραχὺ τὸν φάρυγγα γλυκαίνουσαν, καὶ θᾶττον ἀπολλυμένην, καὶ φθίνουσαν, ἣν γῆ καὶ θάλασσα φέρει, καὶ κόλπος ἱέρειος, καὶ ποταμὸς ἰχθυοφόρος καὶ βαθύῤῥους, ὁ περικυκλῶν καὶ περιηχῶν τοῖς πελαγίζουσι νειλῴοις ἁμιλλώμενος χεύμασι. Τεῖχος ὀχυρώτατον προβέβλησαι, οὐ ῥυτοῖς τε καὶ ξεστοῖς ἐξειλεγμένοις λίθοις ἡρμολογημένον τε καὶ δεδομημένον, καὶ προμαχῶσι, καὶ πύργοις, καὶ ἐπάλξεσιν ἐρηρεισμένον, οἷον ἕρκος σιδήρεον, ἀλλὰ τῇ σῇ τε καὶ τῶν σῶν συναθλητῶν τεθεμελιωμένον ἁγιστείᾳ, καὶ ταῖς ὑμετέραις πρὸς Θεὸν εὐπροσώποις πεπυργωμένον ἐντεύξεσι, πῦρ οὐρανόθεν καταγούσαις, πεντηκοντάρχους τε καὶ ἑκατοντάρχους καὶ χιλιάρχους ἀντιθέους σὺν τοῖς αὐτῶν βαρβαρικοῖς καταναλίσκον στρατεύμασι. Λιμὴν πρόκεισαι σωτήριος, τοὺς ἐκ βιωτικῆς προσορμιζομένους ζάλης ὑποδεχόμενος, καὶ παντοίαν περιστατικὴν ἀπείργων περιπέτειαν· λειμὼν νοητὸς. ὡς ὁ ἐν Ἐδὲμ παράδεισος, καὶ τὸ σὸν ἱερώτατον ἐπ' αὐτῇ πεφύτευται τέμενος πᾶσαν διὰ τῆς ἐνοίκου χάριτος τοῖς πιστοῖς ψυχαγωγίαν παρεχόμενον, καὶ παντοδαπαῖς πνευματικαῖς ἐδωδαῖς πλήθουσαν παρατιθέμενον τράπεζαν, ψυχὰς ἑστιῶσαν, καὶ θάλλειν ποιοῦσαν, καὶ ζωὴν προξενοῦσαν τὴν ἄφθαρτον. Ὡς οὖν ἐν Παρισίᾳ τῷ θείῳ καὶ ἐπουρανίῳ, καὶ νοερῷ θυσιαστηρίῳ παριστάμενος τῶν σῶν συστεφανιτῶν μεσούμενος, τὸν εὐμείλικτον ὑπὲρ τοῦ κόσμου παντὸς ἐκμειλισσόμενος Ἰησοῦν, τὸν ἀληθινὸν Θεὸν, καὶ ἱεράρχην, καὶ στεφανοδότην, καὶ πάσης αἴτιόν τε καὶ πάροχον ἀγαθωσύνης, ὃν ἠγάπηκας, ὃν κεκήρυχας, δι' ὃν αὐχένα τμηθεὶς ἀξίως τὸ στέφος ἀπείληφας, τοὺς νῦν συναγηγερμένους εἰς ταύτην σου τὴν ἱερὰν καὶ σεπτὴν πανήγυριν, καὶ τὴν πανεράσμιόν σου μνήμην ἑορταστικῶς ἐκτελοῦντας, καὶ τὴν ἀξιογέραστον ὑμνοῦντάς τε καὶ τιμῶντας ἄθλησιν, ἐποπτεύοις, καὶ περιέποις, καὶ εὐλογοίης, τὸν οἰκτίρμονα Θεὸν ἐξιλεούμενος καὶ πρεσβεύων, ἀρχιερεῦ θειότατε καὶ μαρτύρων περιφανέστατε, τὴν μὲν τῆς ποριστοιχιζούσης βίας ἐπάχθειαν ἀποστῆσαι, καὶ τὴν καθ' ἡμῶν τυραννίδα καταπαῦσαι, καὶ τὴν ἐπαχλύζουσαν ἐπαμῦναι κατήφειαν· γαλήνην δὲ καὶ βαθεῖαν ἀταραξίαν ταῖς ἐκκλησίαις ἐπιβραβεῦσαι, εἰρηναίαν κατάστασιν, ὅπως, εἰρήνης βραβευομένης, καὶ μιᾶς θείου δόγματος συμφωνίας καὶ ὁμονοίας κρατούσης, ὁ ὄντως ἀρχιποιμὴν καὶ εἰρηνάρχης Χριστὸς παρὰ πάντων ὁμοφρόνως δοξάζοιτο, ᾧ πρέπει πᾶσα δόξα, καὶ τιμὴ, καὶ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ καὶ ὁμοουσίῳ Γεννήτορι, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
spiritual wealth, providing luxury, not that which increases the bodily bulk, and sweetens the throat for a brief while, and swiftly perishes and wastes away, which earth and sea bring forth, and the sacred gulf, and the fish-bearing and deep-flowing river, which, encircling and resounding around, rivals the sea-like streams of the Nile. You have been set forth as a most strong wall, not fitted together and built of quarried and polished chosen stones, and supported by ramparts, and towers, and battlements, like an iron fence, but founded upon the holiness of yourself and of your fellow-athletes, and towered with your acceptable intercessions towards God, which bring down fire from heaven, consuming God-opposing captains of fifty and captains of a hundred and captains of a thousand together with their barbarian armies. You lie before us as a saving harbour, receiving those who come to anchor out of the storm of life, and warding off every adverse vicissitude; an intelligible meadow, like the paradise in Eden, and your most sacred precinct has been planted in her, affording every solace of soul to the faithful through the indwelling grace, and setting forth a table abounding in all manner of spiritual foods, feasting souls, and making them flourish, and procuring incorruptible life. As standing, therefore, in boldness before the divine and heavenly and intellectual altar in the midst of your fellow-crowned ones, propitiating on behalf of the whole world the gentle Jesus, the true God, and Hierarch, and giver of crowns, and cause and provider of all goodness, Whom you loved, Whom you preached, for Whose sake having had your neck cut off you worthily received the crown, may you watch over, and protect, and bless those now gathered together for this your sacred and venerable festival, and festively celebrating your all-lovely memory, and hymning and honouring your contest worthy of the prize of honour, propitiating and interceding with the merciful God, O most divine chief priest and most illustrious of martyrs, to remove the heaviness of the violence that encompasses us, and to put an end to the tyranny against us, and to ward off the gloom-bringing dejection; and to grant calm and deep tranquillity to the churches, a peaceful condition, so that, peace being awarded, and one harmony and concord of divine dogma prevailing, the true Chief Shepherd and Prince of peace, Christ, may be glorified with one mind by all, to Whom befits all glory, and honour, and might, together with His beginningless and consubstantial Begetter, and His all-holy and good and life-giving Spirit, now and ever, and unto the endless ages of the ages. Amen.