Τίτου Φλαυίου Κλήμεντος τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεῖς. Ἰσάριθμοί τε τούτοις εἰσὶν οἱ ἐπιγεγραμμένοι Ὑποτυπώσεων αὐτοῦ λόγοι· ἐν οἷς ὀνομαστὶ ὡς διδασκάλου, τοῦ Πανταίνου μνημονεύει, ἐκδοχάς τε αὐτοῦ γράφων, καὶ παραδόσεις ἐκτιθέμενος. Ἔστι δὲ αὐτῷ καὶ πρὸς Ἕλληνας λόγος ὁ Προτρεπτικὸς, τρεῖς τε οἱ τοῦ ἐπιγεγραμμένου Παιδαγωγοῦ· καὶ Τίς ὁ σωζόμενος πλούσιος; οὕτως ἐπιγραφεὶς ἕτερος αὐτοῦ λόγος· τό τε Περὶ τοῦ Πάσχα σύγγραμμα, καὶ Διαλέξεις περὶ νηστείας, καὶ Περὶ καταλαλιᾶς, καὶ ὁ Προτρεπτικὸς πρὸς ὑπομονὴν, καὶ Εἰς τοὺς νεωστὶ βεβαπτισμένους, καὶ ὁ ἐπιγεγραμμένος Κάνων ἐκκλησιαστικός, ἢ πρὸς τοὺς Ἰουδαΐζοντας· ὃν Ἀλεξανδρῷ τῷ δεδηλωμένῳ ἐπισκόπῳ ἀνατέθεικεν. Ἐν μὲν οὖν τοῖς Στρωματεῦσιν οὐ μόνον τῆς θείας κατάστρωσιν πεποίηται Γραφῆς, ἀλλὰ καὶ τῶν παρ' Ἕλλησιν, εἴ τι ἄρα ὠφέλιμον ἐδόκει αὐτοῖς εἰρῆσθαι, μνημονεύει, τῶν τε παρὰ τοῖς πολλοῖς δογμάτων, τὰ Ἑλλήνων ὁμοῦ καὶ τὰ βαρβάρων ἀναπτύσσων, καὶ ἔτι τὰς τῶν αἱρεσιαρχῶν ψευδοδοξίας εὐθύνων, ἱστορίαν τε πολλὴν ἐξαπλοῖ, ὑπόθεσιν ἡμῖν πολυμαθοῦς παρέχων παιδείας. Τούτοις ἅπασι καταμίγνυσι καὶ τὰ φιλοσόφων δόγματα. Ὅθεν εἰκότως κατάλληλον τῇ ὑποθέσει καὶ τὴν προγραφὴν τῶν Στρωματέων πεποίηται. Κέχρηται δ' ἐν αὐτοῖς καὶ ταῖς ἀπὸ τῶν ἀντιλεγομένων Γραφῶν μαρτυρίαις, τῆς τε λεγομένης Σολομῶντος Σοφίας, καὶ τῆς Ἰησοῦ τοῦ Σιρὰχ, καὶ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς, τῆς τε Βαρνάβα καὶ Κλήμεντος καὶ Ἰούδα. Μνημονεύει τε τοῦ πρὸς Ἕλληνας Τατιανοῦ λόγου, καὶ Κασσιανοῦ, ὡς καὶ αὐτοῦ Χρονογραφίαν πεποιημένου. Ἔτι μὴν Φίλωνος καὶ Ἀριστοβούλου, Ἰωσήπου τε καὶ Δημητρίου καὶ Εὐπολέμου, Ἰουδαίων συγγραφέων, ὡς ἂν τούτων ἁπάντων ἐγγράφως πρεσβύτερον τῆς παρ' Ἕλλησιν ἀρχαιογονίας Μωϋσέα τε καὶ τὸ Ἰουδαίων ἔθνος ἀποδειξάντων. Καὶ ἄλλης δὲ πλείστης χρηστομαθείας ἔμπλεοι οἱ δηλούμενοι τυγχάνουσι τοῦ ἀνδρὸς λόγοι. Ὧν ἐν τῷ πρώτῳ περὶ ἑαυτοῦ δηλοῖ ὡς ἔγγιστα τῆς τῶν ἀποστόλων γενομένου διαδοχῆς. Ὑπισχνεῖται δ' ἐν αὐτοῖς καὶ εἰς τὴν Γένεσιν ὑπομνηματιεῖσθαι. Καὶ ἐν τῷ λόγῳ δὲ αὐτοῦ τῷ ⟨ε⟩ἰς Πάσχα ἐκβιασθῆναι ὁμολογεῖ πρὸς τῶν ἑταίρων, ἃς ἔτυχε παρὰ τῶν ἀρχαίων πρεσβυτέρων ἀκηκοὼς παραδόσεις, γραφῇ τοῖς μετὰ ταῦτα παραδοῦναι. Μέμνηται δ' ἐν αὐτῷ Μελίτωνος καὶ Εἰρηναίου, καί τινων ἑτέρων, ὧν καὶ τὰς διηγήσεις τέθειται. Ἐν δὲ ταῖς Ὑποτυπώσεσι, ξυνελόντα εἰπεῖν, πάσης τῆς ἐνδιαθήκου Γραφῆς ἐπιτετμημένας πεποίηται διηγήσεις, μηδὲ τὰς ἀντιλεγομένας παρελθών· τὴν Ἰούδα λέγω καὶ τὰς (λοιπὰς) καθολικὰς ἐπιστολὰς, τήν τε Βαρνάβα, καὶ τὴν Πέτρου λεγομένην Ἀποκάλυψιν. Καὶ τὴν πρὸς Ἑβραίους δὲ Ἐπιστολὴν, Παύλου μὲν εἶναί φησι, γεγράφθαι δὲ Ἑβραίοις Ἑβραϊκῇ φωνῇ, Λουκᾶν δὲ φιλοτίμως αὐτὴν μεθερμηνεύσαντα, ἐκδοῦναι τοῖς Ἕλλησιν· ὅθεν τὸν αὐτὸν χρῶτα εὑρίσκεσθαι κατὰ τὴν ἑρμηνείαν, ταύτης τε τῆς Ἐπιστολῆς, καὶ τῶν Πράξεων· μὴ προγεγράφθαι δὲ τὸ, Παῦλος ἀπόστολος, εἰκότως. « Ἑβραίοις γὰρ, φησὶν, ἐπιστέλλων, πρόληψιν εἰληφόσι κατ' αὐτοῦ
Titus Flavius Clement's Stromateis of Gnostic Commentaries according to the True Philosophy. Equal in number to these are his books entitled Hypotyposes; in which he makes mention of Pantaenus by name as his teacher, both writing down his expositions, and setting forth traditions. He also has the discourse to the Greeks, the Protrepticus, and the three books of the work entitled Paedagogus; and Who is the rich man that shall be saved? another discourse of his so entitled; and the treatise On the Passover, and Discussions on Fasting, and On Backbiting, and the Exhortation to Patience, and To the Newly Baptized, and the work entitled Ecclesiastical Canon, or Against the Judaizers; which he dedicated to Alexander, the bishop indicated above. In the Stromateis, then, he has made a strewing not only of the divine Scripture, but also calls to mind things among the Greeks, if anything useful seemed to have been said by them, and unfolding the dogmas held among the many, both those of the Greeks and those of the barbarians together, and furthermore correcting the false opinions of the heresiarchs, he unrolls much history, affording us material of learned education. With all these he mingles also the dogmas of the philosophers. Whence reasonably he has made the title of the Stromateis suited to the subject. And in them he uses testimonies also from the disputed Scriptures, both that which is called the Wisdom of Solomon, and that of Jesus the son of Sirach, and the Epistle to the Hebrews, and those of Barnabas and Clement and Jude. And he makes mention of Tatian's discourse to the Greeks, and of Cassianus, as having himself also composed a Chronography. Moreover of Philo and Aristobulus, Josephus and Demetrius and Eupolemus, Jewish writers, inasmuch as all these showed in writing that Moses and the nation of the Jews were older than the antiquity of origin among the Greeks. Full also of much other useful learning are the aforesaid discourses of the man. In the first of which he shows concerning himself that he came very near to the succession of the apostles. And he promises in them that he will write a commentary also on Genesis. And in his discourse On the Passover he confesses that he was compelled by his companions to hand down in writing for those hereafter the traditions which he happened to have heard from the ancient presbyters. And he makes mention in it of Melito and Irenaeus, and of certain others, whose narratives also he has set down. And in the Hypotyposes, to speak briefly, he has made abridged expositions of all the canonical Scripture, not passing over even the disputed books; I mean that of Jude and the (remaining) catholic epistles, and that of Barnabas, and the so-called Apocalypse of Peter. And the Epistle to the Hebrews, he says, is Paul's, and was written to the Hebrews in the Hebrew tongue, and that Luke, having zealously translated it, published it to the Greeks; whence the same complexion is found as regards the expression, both of this Epistle and of the Acts; and that the words, Paul an apostle, were reasonably not prefixed. « For in writing to Hebrews, says he, who had conceived a prejudice against him