Φήλικος, τοῦ ἁγιωτάτου ἐπισκόπου Ῥώμης καὶ μάρτυρος ἐκ τῆς πρὸς Μάξιμον. τὸν ἐπίσκοπον καὶ τὸν κλῆρον Ἀλεξανδρείας ἐπιστολῆς.
Of Felix, most holy bishop of Rome and martyr, from the letter to Maximus, the bishop, and the clergy of Alexandria.
Περὶ δὲ τῆς σαρκώσεως τοῦ Λόγου καὶ τῆς πίστεως, πιστεύομεν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν. τὸν ἐκ τῆς παρθένου Μαρίας γεννηθέντα, ὅτι αὐτός ἐστιν ὁ τοῦ Θεοῦ ἀΐδιος Υἱὸς καὶ Λόγος, καὶ οὐχ ἄνθρωπος ὑπὸ Θεοῦ ἀναληφθεὶς. ἵν' ἕτερος ᾖ παρ' ἐκεῖνον. οὐδὲ γὰρ ἄνθρωπον ἀνέλαβεν ὁ τοῦ Θεοῦ Υἱὸς, ἵνα ᾖ ἕτερος παρ' αὐτόν· ἀλλὰ, Θεὸς ὢν τέλειος, γέγονεν ἅμα καὶ τέλειος ἄνθρωπος, σαρκωθεὶς ἐκ παρθένου·
Now concerning the incarnation of the Word and the faith, we believe in our Lord Jesus Christ, born of the Virgin Mary, that He is Himself the eternal Son and Word of God, and not a man taken up by God, so as to be other besides Him. For the Son of God did not take up a man, so as to be other besides Him; but, being perfect God, He became at the same time also perfect man, made flesh of the Virgin.